Add parallel Print Page Options

22 Αἱ γυναῖκες τοῖς ἰδίοις [a]ἀνδράσιν ὡς τῷ κυρίῳ, 23 ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, [b]αὐτὸς σωτὴρ τοῦ σώματος. 24 ἀλλὰ [c]ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες [d]τοῖς ἀνδράσιν ἐν παντί.

25 Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς [e]γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, 26 ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, 27 ἵνα παραστήσῃ [f]αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. 28 οὕτως ὀφείλουσιν [g]καὶ οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα· ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ, 29 οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ [h]Χριστὸς τὴν ἐκκλησίαν, 30 ὅτι μέλη ἐσμὲν τοῦ σώματος [i]αὐτοῦ. 31 ἀντὶ τούτου καταλείψει ἄνθρωπος [j]τὸν [k]πατέρα καὶ [l]τὴν μητέρα καὶ προσκολληθήσεται [m]τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. 32 τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν. 33 πλὴν καὶ ὑμεῖς οἱ καθ’ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:22 ἀνδράσιν WH NIV ] + ὑποτασσέσθωσαν Treg; + ὑποτάσσεσθε RP
  2. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:23 αὐτὸς WH Treg NIV ] καὶ αὐτὸς ἐστιν RP
  3. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:24 ὡς WH Treg NIV ] ὡσπερ RP
  4. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:24 τοῖς WH Treg NIV ] + ἰδίοις RP
  5. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:25 γυναῖκας WH Treg NIV ] + ἑαυτῶν RP
  6. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:27 αὐτὸς WH Treg NIV ] αὐτὴν RP
  7. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:28 καὶ WH Treg NIV ] – RP
  8. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:29 Χριστὸς WH Treg NIV ] κύριος RP
  9. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:30 αὐτοῦ WH Treg NIV ] + ἐκ τῆς σαρκός αὐτοῦ καί ἐκ τῶν ὀστέων αὐτοῦ RP
  10. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:31 τὸν WH NIV RP ] – Treg
  11. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:31 πατέρα WH Treg NIV ] + αὐτοῦ RP
  12. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:31 τὴν WH NIV RP ] – Treg
  13. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:31 τῇ γυναικὶ Treg ] πρὸς τὴν γυναῖκα WH NIV RP